Ακούστε
Nova FM 106
Ζωντανά
Ακούστε Nova FM 106 Ζωντανά
Έχουμε 312 επισκέπτες συνδεδεμένους
Τη Αγία και Μεγάλη Δευτέρα
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. Ἦχος πλ. δ'


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀλληλούϊα. ἐκ γ' κατ' Ἤχον. λέγοντες πρότερον ἕνα ἐκ τῶν ἐφεξῆς Στίχων.

Στίχ. α'. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Στίχ. β'. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Στίχ. γ'. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται,
Στίχ. δ'. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.

Ἦχος πλ. δ'
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τὰ Πάθη τὰ σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῷ Κόσμῳ· Χριστὸς γὰρ ἐπείγεται, τοῦ παθεῖν ἀγαθότητι, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι ἐν ξύλῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ἀόρατε Κριτά, ἐν σαρκὶ πῶς ὠράθης, καὶ ἔρχῃ ὑπ' ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα, κατακρίνων τῷ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τῇ ἐξουσίᾳ σου Λόγε, συμφώνως προσφέρομεν.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν, καὶ Λόγον
Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ᾄσμασιν· ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμούς καὶ μάστιγας, Πιλάτῳ κρινόμενος· ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόρης· τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.
Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ

Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον (γ').
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου...
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.


ΕΥΑΓΓΕΛΙΑ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ

Εἰς τὸν Ὄρθρον
Ἐκ τοῦ κατὰ Ματθαῖον
κα΄ 18 - 43
Τῷ καιρῷ ἐκείνῳ, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ' αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε. Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ' ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατὶ οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Δόξα σοι, Κύριε, δόξα σοι.


Ν' Ψαλμὸς
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Τριῴδίον, οὗ ἡ Ἀκροστιχίς
Τῇ Δευτέρᾳ.
Ποίημα Κοσμᾶ Μοναχοῦ

Κανών Τριῳδίου, ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς


«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».

Ἡ ἀπόρρητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ Χριστὸς αὐτός ἐστι, Θεὸς καὶ ἄνθρωπος, τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἐν τῷ μορφοῦσθαι δοῦλον, δεικνύει τοῖς Μαθηταῖς· ἐνδόξως γὰρ δεδόξασται.

Διακονῆσαι, αὐτὸς ἐλήλυθα, οὗ τὴν μορφὴν ὁ Πλαστουργός, ἑκὼν περίκειμαι, τῷ πτωχεύσαντι Ἀδάμ, ὁ πλουτῶν Θεότητι, θεῖναι ἐμήν τε αὐτοῦ, ψυχὴν ἀντίλυτρον, ὁ ἀπαθὴς Θεότητι.
Καταβασία
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».

Κοντάκιον
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ Ἦχος δ'


Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.
Ὁ Οἶκος
Ἐπὶ τῷ ὀδυρμῷ νῦν προσθήσωμεν ὀδυρμόν, καὶ ἐκχέωμεν δάκρυα, μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι, Ἰωσὴφ τὸν ἀοίδιμον καὶ σώφρονα, τὸν δουλωθέντα μὲν τῷ σώματι, τὴν ψυχὴν δὲ ἀδούλωτον συντηροῦντα, καὶ Αἰγύπτου παντὸς κυριεύσαντα. Ὁ Θεὸς γὰρ παρέχει τοῖς δούλοις αὐτοῦ, στέφος ἄφθαρτον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.
Στίχοι
Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,
Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.
Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι
Ἐκστάς, Μακεδόνιε, τοῦ φθαρτοῦ θρόνου,
Ὑμνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ θρόνοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.
Στίχοι
Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,
Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.
Στίχοι
Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας,
Ὑπὸ ζυγὸν τὸν σὸν δαμασθέντων, Λόγε.

ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης Συκῆς.
Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ
Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη,
Καὶ σιτοδότης, ὧ καλῶν θημωνία!
Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκῆν.
Τὴν Συναγωγήν, συκῆν Χριστός, Ἑβραίων,
Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων,
Ἀρᾷ ξηραίνει, ἧς φύγωμεν τὸ πάθος.

Ταὶς τοῦ Παγκάλου Ἰωσὴφ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος β'
Ὁ Εἱρμὸς


«Ἔφριξε Παίδων εὐαγῶν, τὸ Ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὑμᾶς μου τότε Μαθητάς, πάντες γνώσονται, εἰ τὰς ἐμᾶς ἐντολὰς τηρήσητε, φησὶν ὁ Σωτὴρ τοῖς φίλοις πρὸς Πάθος μολών. Εἰρηνεύετε ἐν ἑαυτοῖς, καὶ πᾶσι, καὶ ταπεινὰ φρονοῦντες, ἀνυψώθητε, καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τάξεως ἔμπαλιν ὑμῖν, ἐθνικῆς ἔστω τὸ κράτος ὁμογενῶν· οὐ κλῆρος γὰρ ἐμός, τυραννὶς δὲ γνώμῃ αὐθαίρετος· ὁ οὖν πρόκριτος ἐν ὑμῖν εἶναι θέλων, τῶν ἄλλων ἔστω πάντων ἐσχατώτερος· καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία
«Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος β'
Ὁ Εἱρμὸς


«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν».

Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι, ἐπάξιον τῆς θείας Βασιλείας, γνώμην ἀναλάβετε ἔμφρονα, τοῖς σοῖς Ἀποστόλοις προέφης, ἡ πάντων σοφία, ἐν ᾗ δοξασθήσεσθε, λάμποντες ἡλίου τηλαυγέστερον.

Ἀφορῶντες εἰς ἐμέ, εἶπας Κύριε τοῖς σεαυτοῦ Μαθηταῖς, μὴ φρονεῖτε ὑψηλά, ἀλλὰ συναπάχθητε τοῖς ταπεινοῖς, ἐμὸν ὅπερ πίνω, πίετε ποτήριον, ὅτι ἐν τῇ Βασιλείᾳ τοῦ Πατρός, ἐμοὶ συνδοξασθήσεσθε.
Καταβασία
«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν».

Ἐξαποστειλάριον Αὐτόμελον
Ψαλλόμενον ἀργῶς καὶ μετὰ μέλους
Ἦχος γ'
Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με. (Ἐκ γ').

Α Ι Ν Ο Ι, Ἦχος α'

ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι' αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρά μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος α'
Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι' αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρά μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος πλ. α'
Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν, ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. α'
Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν, ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. α'
Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ΄ ἰδίαν παραλαβὼν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν· ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες, ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν· ὅμως θαρσεῖτε· τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον.

Ἀπόστιχα Τριῳδίου
Ἦχος πλ. α'
Ἰδιόμελον
Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόρρητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡ τῶν ἐκ Ζεβεδαίου μήτηρ, ᾐτεῖτό σοι προσκαίρου βασιλείας τιμήν, τοῖς ἑαυτῆς δωρήσασθαι τέκνοις· ἀλλ' ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοῖς φίλοις σου, ὃ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διό σοι βοῶμεν· Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοι.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος πλ. α'
Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴ ὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων· οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω, ὁ πρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲ ἄρχων, ὡς ὁ ἀρχόμενος, ὁ προκριθεὶς δὲ ὡς ὁ ἔσχατος· καὶ γάρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι· Δόξα σοι.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ἦχος πλ. δ'
Μαρτυρικὸν
Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν, τὸ ἐπιτίμιον φοβηθέντες ἀδελφοί, καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. δ'
Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν, εὑρὼν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείας, ὑποσκελίσαι τὸν Ἰωσήφ, ἀλλ' αὐτὸς καταλιπὼν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ᾐσχύνετο, ὡς ὁ Πρωτόπλαστος, πρὸ τῆς παρακοῆς· αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.

Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον.

Κύριε, ἐλέησον (12)
Δόξα... Καὶ νῦν...
Τὴν τιμιωτέραν τῶν Χερουβείμ...
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Σοφία. Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. νῦν, καὶ ἀεί ...

Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ Ἔθνη πράϋνον, τὸν Κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονήν) ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εὐχὴν τοῦ Ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.(Μετάνοια)

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. (Μετάνοια)

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (Μετάνοια)

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ', Μετάνοιαν μεγάλην μίαν, λέγοντες καὶ τὸν τελευταῖον Στίχον τῆς ἀνωτέρω Εὐχῆς,

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (Μετάνοια)

Σοφία. Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

ΑΠΟΛΥΣΙΣ
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἀννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ Φιλάνθρωπος.

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. β'
Ἐν ψυχῇ συντετριμμένῃ, προσπίπτομέν σοι, καὶ δεόμεθά σου Σωτὴρ τοῦ Κόσμου. Σὺ γὰρ εἶ Θεὸς τῶν μετανοούντων. (Δίς) Προκείμενον Ἦχος δ' Ψαλμὸς ρκε'
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών.
Στίχ. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν.


Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 1-20)
Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνί, πέμπτῃ τοῦ μηνός, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ εἶδον ὅρασιν Θεοῦ, πέμπτῃ τοῦ μηνός, τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ἰωακείμ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζεί, τὸν Ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ Βορρᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πῦρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρός, καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων. Καὶ αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοῖς, καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί, καὶ τὰ σκέλη αὐτῶν ὄρθια, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός, καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν, καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν τῶν τεσσάρων, ἐχόμεναι ἑτέρα τῆς ἑτέρας· καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά, ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρω δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο, οὗ ἂν ᾖ τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον. Καὶ ἐν μέσῳ τῶν ζώων ὅρασις, ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή, καὶ τὰ ζῷα ἔτρεχον, καὶ ἀνέκαμπτον ὡς εἶδος τοῦ Βεζέκ. Καὶ εἶδον· καὶ ἰδοὺ τροχὸς εἰς ἐπὶ τῆς γῆς, ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι, καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα καὶ τὸ ποίημα αὐτῶν ἐν τοῖς τέσσαρσι, καὶ τὸ ἔργον αὐτῶν ἦν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά, οὐδ' οἱ νῶτοι αὐτῶν, καὶ ὕψος ἦν αὐτοῖς. Καὶ εἶδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν, πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα, ἐπορεύοντο καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς, ἐξῄροντο καὶ οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ἦν καὶ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο τὰ ζῷα, καὶ οἱ τροχοὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς.


Προκείμενον Ἦχος δ' Ψαλμὸς ρκς'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
Στίχ. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

 
bowie-1_2067740b.jpg

Player για Android

Android Player

Απο το κινητό σας πάτε στο: ρυθμίσεις -> ασφάλεια -> και ενεργοποιήστε την εγκατάσταση εφαρμογών απο άγνωστες πηγές. Με μία εφαρμογή QR Code Reader σκανάρετε την παραπάνω εικόνα ή πατήστε εδώ.

Διαφήμιση
Διαφήμιση
Διαφήμιση
Διαφήμιση
Διαφήμιση
Διαφήμιση
Διαφήμιση



Created by LiquidMinds | Powered by FRIKTORIA | Valid XHTML | Valid CSS.