Βγήκε ο Αβραάμ αυτοπροσώπως και "άπλωσε δίχτυ ψαρέματος" φιλοξενίας, μην τύχει και περάσει κανας ξένος, κανας οδοιπόρος, και προσπεράσει το σπίτι του και του ξεφύγει, ο ξένος...
Αγίου Ιωάννου του Χρυσοστόμου
"Καὶ ἀνέστη, φησὶν, Ἀβραὰμ, καὶ προσεκύνησεν,
οὐδὲ εἰδὼς τίνες ἦσαν οἱ παρόντες. Εἰ γὰρ ᾔδει, οὐδὲν θαυμαστὸν ἐποίει, ὅτι Θεὸν ἐθεράπευεν· ἀλλ' ἡ ἄγνοια τῶν παραγενομένων μείζονα αὐτοῦ δείκνυσι τῆς φιλοξενίας τὴν προθυμίαν.
Εἶδες τί ἐποίει ἐν μεσημβρίᾳ ὁ γέρων; οὐχ ὑπὸ στέγην καθήμενος, ἀλλ' ὡς ξένος καὶ ὁδοιπόρος, ὁ πλούσιος καὶ εὐγενὴς, καταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἁπλώσας φιλοξενίας, μήπου ξένος, μήπου ὁδοιπόρος, καὶ παραδράμῃ τὴν οἰκίαν. Καὶ βλέπε τί ποιεῖ. Οὐκ ἐπιτρέπει οἰκέτῃ, καίτοι τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων (ᾔδει γὰρ ὅτι ῥᾴθυμόν ἐστι τὸ γένος τῶν οἰκετῶν), μήπου ἀπονυστάξῃ ὁ οἰκέτης, καὶ παραδράμῃ ὁ ξένος, καὶ ἀπολέσωμεν τὴν ἄγραν· ἀλλ' αὐτὸς ἐκάθητο, τὴν θερμὴν ἀκτῖνα ὡς δρόσον ἐν καύματι δεχόμενος· καὶ σκιὰ ἦν αὐτῷ ἡ ἐπιθυμία τῆς φιλοξενίας. Ἴδε ὁ Ἀβραάμ· ἴδε ὁ πλούσιος. Καταξιοῖς σὺ ὅλως κἂν ἰδεῖν πένητα; κἂν ἀποκριθῆναι; κἂν διαλεχθῆναι;
(Ιωάννου του Χρυσοστόμου λόγος ΚΓʹ. Περὶ ἐλεημοσύνης καὶ φιλοξενίας).
|